• Aucun résultat trouvé

Stoïcisme II

N/A
N/A
Protected

Academic year: 2022

Partager "Stoïcisme II"

Copied!
1
0
0

Texte intégral

(1)

Université de Nantes – Département de philosophie Cours de grec philosophie par Angelo Giavatto (LM & Lettres Classiques) 2e semestre 2012-2013 21.2.2013

Stoïcisme II

T1 Diogène Laërce VII 104-105

Διχῶς δὲ λέγεσθαι ἀδιάφορα· ἅπαξ µὲν τὰ µήτε πρὸς εὐδαιµονίαν µήτε πρὸς κακοδαιµονίαν συνεργοῦντα, ὡς ἔχει πλοῦτος, δόξα, ὑγίεια, ἰσχὺς καὶ τὰ ὅµοια·

ἐνδέχεται γὰρ καὶ χωρὶς τούτων εὐδαιµονεῖν, τῆς ποιᾶς αὐτῶν χρήσεως εὐδαιµονικῆς οὔσης ἢ κακοδαιµονικῆς. ἄλλως δὲ λέγεται ἀδιάφορα τὰ µήθ’ ὁρµῆς µήτ’ ἀφορµῆς κινητικά, ὡς ἔχει τὸ ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττάς, ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ συστεῖλαι, τῶν προτέρων ἀδιαφόρων οὐκέθ’ οὕτω λεγοµένων· ὁρµῆς γάρ ἐστιν ἐκεῖνα καὶ ἀφορµῆς κινητικά. διὸ τὰ µὲν αὐτῶν ἐκλέγεται, <τὰ δὲ ἀπεκλέγεται>, τῶν [δ’] ἑτέρων ἐπίσης ἐχόντων πρὸς αἵρεσιν καὶ φυγήν.

T2 Sextus Empiricus M. XI 64-66

µὴ εἶναι δὲ προηγµένον ἀδιάφορον τὴν ὑγείαν καὶ πᾶν τὸ κατ’ αὐτὴν παραπλήσιον ἔφησεν Ἀρίστων ὁ Χῖος. ἴσον γάρ ἐστι τὸ προηγµένον αὐτὴν λέγειν ἀδιάφορον τῷ ἀγαθὸν ἀξιοῦν, καὶ σχεδὸν ὀνόµατι µόνον διαφέρον.

καθόλου γὰρ τὰ µεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα µὴ ἔχειν µηδεµίαν παραλλαγήν, µηδὲ τινὰ µὲν εἶναι φύσει προηγµένα, τινὰ δὲ ἀποπροηγµένα, ἀλλὰ παρὰ τὰς διαφόρους τῶν καιρῶν περιστάσεις µήτε τὰ λεγόµενα προῆχθαι πάντως γίνεσθαι προηγµένα, µήτε τὰ λεγόµενα ἀποπροῆχθαι κατ’ ἀνάγκην ὑπάρχειν ἀποπροηγµένα. ἐὰν γοῦν δέῃ τοὺς µὲν ὑγιαίνοντας ὑπηρετεῖν τῷ τυράννῳ καὶ διὰ τοῦτο ἀναιρεῖσθαι, τοὺς δὲ νοσοῦντας ἀπολυοµένους τῆς ὑπηρεσίας συναπολύεσθαι καὶ τῆς ἀναιρέσεως, ἕλοιτ’ ἂν µᾶλλον ὁ σοφὸς τὸ νοσεῖν κατὰ τοῦτον τὸν καιρὸν ἢ [ὅτι] τὸ ὑγιαίνειν. καὶ ταύτῃ οὔτε ἡ ὑγεία προηγµένον ἐστὶ πάντως οὔτε ἡ νόσος ἀποπροηγµένον.

Références

Documents relatifs

ἐσέπεσε, καὶ τὸ πρῶτον ἐν τῷ Πειραιεῖ ἥψατο τῶν ἀνθρώπων, ὥστε ὑπ' αὐτῶν ἐλέχθη ὡς οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα….. ὕστερον δὲ καὶ ἐς τὴν ἄνω

ὁ ἀδελφὸς ἐὰν ἀδικῇ, ἐντεῦθεν αὐτὸ µὴ λάµβανε, ὅτι ἀδικεῖ (αὕτη γὰρ ἡ λαβή ἐστιν αὐτοῦ οὐ φορητή), ἀλλὰ ἐκεῖθεν µᾶλλον, ὅτι ἀδελφός, ὅτι σύντροφος, καὶ

τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώµατος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ 5.. µακαρίως

Ἢ οὕτως οὐδὲ τὰς ποιότητας φήσοµεν οὐδὲ τὸ µέγεθος τῷ αὐτῷ λόγῳ· ἕκαστον γὰρ τῶν τοιούτων λέγοιτο ἂν οὐδὲν εἶναι ἑαυτοῦ µόνον λαµβανόµενον.. Εἰ

ἔπειτα ὅλον ἦν ἑκάστου τοῦ ἀνθρώπου τὸ εἶδος στρογγύλον, νῶτον καὶ πλευρὰς κύκλῳ ἔχον, χεῖρας δὲ τέτταρας εἶχε, καὶ σκέλη τὰ ἴσα ταῖς χερσίν, καὶ πρόσωπα

δὲ θηρεύομεν τὰ εἰσπετόμενα, καὶ ζῶντας ἰχθῦς ἀγρεύομεν ἐξιόντες ἐπὶ.

ὄνομα λοιπόν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ ἓν τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν τοῦ τε ἄρρενος καὶ.. θήλεος, νῦν δὲ οὐκ ἔστιν ἀλλ᾽

φασὶ δὲ τοῦτον τὸν Αἰθαλίδην οἱ Πυθαγορικοὶ (cf. 14, 8 Diels-Kranz) τῆς ψυχῆς οὔσης ἀφθάρτου κατὰ μὲν τοὺς Τρωικοὺς χρόνους ἀναβιώσαντα Εὔφορβον εἶναι τὸν