• Aucun résultat trouvé

Stoïcisme III

N/A
N/A
Protected

Academic year: 2022

Partager "Stoïcisme III"

Copied!
1
0
0

Texte intégral

(1)

Université de Nantes – Département de philosophie Cours de grec philosophie par Angelo Giavatto (LM & Lettres Classiques) 2

e

semestre 2012-2013 28.2.2013

Stoïcisme III

T1 Epictète, Ench. 43-46

[43] Πᾶν πρᾶγµα δύο ἔχει λαβάς, τὴν µὲν φορητήν, τὴν δὲ ἀφόρητον. ὁ ἀδελφὸς ἐὰν ἀδικῇ, ἐντεῦθεν αὐτὸ µὴ λάµβανε, ὅτι ἀδικεῖ (αὕτη γὰρ ἡ λαβή ἐστιν αὐτοῦ οὐ φορητή), ἀλλὰ ἐκεῖθεν µᾶλλον, ὅτι ἀδελφός, ὅτι σύντροφος, καὶ λήψῃ αὐτὸ καθ’ ὃ φορητόν.

[44] Οὗτοι οἱ λόγοι ἀσύνακτοι ‘ἐγώ σου πλουσιώτερός εἰµι, ἐγώ σου ἄρα κρείσσων’· ‘ἐγώ σου λογιώτερος, ἐγώ σου ἄρα κρείσσων’. ἐκεῖνοι δὲ µᾶλλον συνακτικοί ‘ἐγώ σου πλουσιώτερός εἰµι, ἡ ἐµὴ ἄρα κτῆσις τῆς σῆς κρείσσων’·

‘ἐγώ σου λογιώτερος, ἡ ἐµὴ ἄρα λέξις τῆς σῆς κρείσσων’. σὺ δέ γε οὔτε κτῆσις εἶ οὔτε λέξις.

[45] Λούεταί τις ταχέως· µὴ εἴπῃς ὅτι κακῶς, ἀλλ’ ὅτι ταχέως. πίνει τις πολὺν οἶνον· µὴ εἴπῃς ὅτι κακῶς, ἀλλ’ ὅτι πολύν. πρὶν γὰρ διαγνῶναι τὸ δόγµα, πόθεν οἶσθα, εἰ κακῶς; οὕτως οὐ συµβήσεταί σοι ἄλλων µὲν φαντασίας καταληπτικὰς λαµβάνειν, ἄλλοις δὲ συγκατατίθεσθαι.

[46] Μηδαµοῦ σεαυτὸν εἴπῃς φιλόσοφον µηδὲ λάλει τὸ πολὺ ἐν ἰδιώταις περὶ

τῶν θεωρηµάτων, ἀλλὰ ποίει τὸ ἀπὸ τῶν θεωρηµάτων· οἷον ἐν συµποσίῳ µὴ

λέγε, πῶς δεῖ ἐσθίειν, ἀλλ’ ἔσθιε, ὡς δεῖ. µέµνησο γάρ, ὅτι οὕτως ἀφῃρήκει

πανταχόθεν Σωκράτης τὸ ἐπιδεικτικόν, ὥστε ἤρχοντο πρὸς αὐτὸν βουλόµενοι

φιλοσόφοις ὑπ’ αὐτοῦ συσταθῆναι, κἀκεῖνος ἀπῆγεν αὐτούς. οὕτως ἠνείχετο

παρορώµενος. κἂν περὶ θεωρήµατός τινος ἐν ἰδιώταις ἐµπίπτῃ λόγος, σιώπα τὸ

πολύ· µέγας γὰρ ὁ κίνδυνος εὐθὺς ἐξεµέσαι, ὃ οὐκ ἔπεψας. καὶ ὅταν εἴπῃ σοί τις,

ὅτι οὐδὲν οἶσθα, καὶ σὺ µὴ δηχθῇς, τότε ἴσθι, ὅτι ἄρχῃ τοῦ ἔργου. ἐπεὶ καὶ τὰ

πρόβατα οὐ χόρτον φέροντα τοῖς ποιµέσιν ἐπιδεικνύει πόσον, ἔφαγεν, ἀλλὰ τὴν

νοµὴν ἔσω πέψαντα ἔρια ἔξω φέρει καὶ γάλα· καὶ σὺ τοίνυν µὴ τὰ θεωρήµατα

τοῖς ἰδιώταις ἐπιδείκνυε, ἀλλ’ ἀπ’ αὐτῶν πεφθέντων τὰ ἔργα.

Références

Documents relatifs

τὸ µὲν οὖν συνέχον καὶ πραγµατικώτερον εἴρηται· χρὴ δ’ ἐπιµετρεῖν καὶ κατὰ τὴν τῶν προσηγοριῶν χρῆσιν, τοὺς µὲν ἀνεψιοὺς καὶ

ἄλλως δὲ λέγεται ἀδιάφορα τὰ µήθ’ ὁρµῆς µήτ’ ἀφορµῆς κινητικά, ὡς ἔχει τὸ ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττάς, ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ

τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώµατος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ 5.. µακαρίως

λέγουσι καὶ ταύτην οὐ µίαν τινὲς αὐτῶν, ἀλλὰ ταύτην µὲν τοῖς σώµασιν ὑποβεβλῆσθαι καὶ αὐτοὶ περὶ ἧς οἱ πρότεροι λέγουσιν, ἑτέραν µέντοι

Ἐνταῦθα µὲν γὰρ παρὰ µέρος πάντα καὶ ἓν ἑκάστοτε· διὸ οὐδὲν ἐµµένει ἄλλου ἄλλο ἐξωθοῦντος· διὸ οὐ ταὐτὸν ἀεί.. Οὐδέποτ’ οὖν ἄµορφος οὐδὲ ἐκεῖ ἡ ἐκεῖ,

ἔπειτα ὅλον ἦν ἑκάστου τοῦ ἀνθρώπου τὸ εἶδος στρογγύλον, νῶτον καὶ πλευρὰς κύκλῳ ἔχον, χεῖρας δὲ τέτταρας εἶχε, καὶ σκέλη τὰ ἴσα ταῖς χερσίν, καὶ πρόσωπα

τὸ µέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς µὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ φησὶν εἶναι (διὸ καὶ

Πρῶτον μὲν πένης ἀεί ἐστι, καὶ πολλοῦ δεῖ ἁπαλός τε καὶ καλός, οἷον οἱ πολλοὶ οἴονται, ἀλλὰ σκληρὸς (203d) καὶ αὐχμηρὸς καὶ ἀνυπόδητος καὶ ἄοικος, χαμαιπετὴς ἀεὶ