• Aucun résultat trouvé

: le discours d’Aristophane – extraits T1 189d7-190a3 πρῶτον µ ὲν γὰρ τρία ἦν τὰ γένη τὰ καὶ ἀλλὰ νῦν λοιπόν τότε ἀ τε ὄνο εἶδος νῶτον δὲ χερσίν δύ ἀ ὦτα αἰδοῖα τούτων . T2 190d1-6 νῦν µ ὲν γὰρ αὐτούς , ἔφη , διατε ῶ δίχα ἕκαστον , καὶ ἔσονται ἡ βαδιοῦντα

N/A
N/A
Protected

Academic year: 2022

Partager ": le discours d’Aristophane – extraits T1 189d7-190a3 πρῶτον µ ὲν γὰρ τρία ἦν τὰ γένη τὰ καὶ ἀλλὰ νῦν λοιπόν τότε ἀ τε ὄνο εἶδος νῶτον δὲ χερσίν δύ ἀ ὦτα αἰδοῖα τούτων . T2 190d1-6 νῦν µ ὲν γὰρ αὐτούς , ἔφη , διατε ῶ δίχα ἕκαστον , καὶ ἔσονται ἡ βαδιοῦντα"

Copied!
1
0
0

Texte intégral

(1)

Université de Nantes – Département de philosophie Cours de grec philosophie par Angelo Giavatto (LM & Lettres Classiques) 1er semestre 2012-2013 11-12.2012

Platon

Banquet : le discours d’Aristophane – extraits

T1 189d7-190a3

πρῶτον µὲν γὰρ τρία ἦν τὰ γένη τὰ τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ὂν ἀµφοτέρων τούτων, οὗ νῦν ὄνοµα λοιπόν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ ἓν τότε µὲν ἦν καὶ εἶδος καὶ ὄνοµα ἐξ ἀµφοτέρων κοινὸν τοῦ τε ἄρρενος καὶ θήλεος, νῦν δὲ οὐκ ἔστιν ἀλλ' ἢ ἐν ὀνείδει ὄνοµα κείµενον. ἔπειτα ὅλον ἦν ἑκάστου τοῦ ἀνθρώπου τὸ εἶδος στρογγύλον, νῶτον καὶ πλευρὰς κύκλῳ ἔχον, χεῖρας δὲ τέτταρας εἶχε, καὶ σκέλη τὰ ἴσα ταῖς χερσίν, καὶ πρόσωπα δύ' ἐπ' αὐχένι κυκλοτερεῖ, ὅµοια πάντῃ· κεφαλὴν δ' ἐπ' ἀµφοτέροις τοῖς προσώποις ἐναντίοις κειµένοις µίαν, καὶ ὦτα τέτταρα, καὶ αἰδοῖα δύο, καὶ τἆλλα πάντα ὡς ἀπὸ τούτων ἄν τις εἰκάσειεν.

T2 190d1-6

νῦν µὲν γὰρ αὐτούς, ἔφη, διατεµῶ δίχα ἕκαστον, καὶ ἅµα µὲν ἀσθενέστεροι ἔσονται, ἅµα δὲ χρησιµώτεροι ἡµῖν διὰ τὸ πλείους τὸν ἀριθµὸν γεγονέναι· καὶ βαδιοῦνται ὀρθοὶ ἐπὶ δυοῖν σκελοῖν. ἐὰν δ' ἔτι δοκῶσιν ἀσελγαίνειν καὶ µὴ 'θέλωσιν ἡσυχίαν ἄγειν, πάλιν αὖ, ἔφη, τεµῶ δίχα, ὥστ' ἐφ' ἑνὸς πορεύσονται σκέλους ἀσκωλιάζοντες.

T3 191a5-b5

ἐπειδὴ οὖν ἡ φύσις δίχα ἐτµήθη, ποθοῦν ἕκαστον τὸ ἥµισυ τὸ αὑτοῦ συνῄει, καὶ

περιβάλλοντες τὰς χεῖρας καὶ συµπλεκόµενοι ἀλλήλοις, ἐπιθυµοῦντες συµφῦναι,

ἀπέθνῃσκον ὑπὸ λιµοῦ καὶ τῆς ἄλλης ἀργίας διὰ τὸ µηδὲν ἐθέλειν χωρὶς ἀλλήλων

ποιεῖν. καὶ ὁπότε τι ἀποθάνοι τῶν ἡµίσεων, τὸ δὲ λειφθείη, τὸ λειφθὲν ἄλλο

ἐζήτει καὶ συνεπλέκετο, εἴτε γυναικὸς τῆς ὅλης ἐντύχοι ἡµίσει – ὃ δὴ νῦν γυναῖκα

καλοῦµεν – εἴτε ἀνδρός· καὶ οὕτως ἀπώλλυντο.

Références

Documents relatifs

πολλῶν δὲ τοιούτων γινοµένων ἤδη διαφορά τις γίνεται, ὥστε τοῖς µὲν γίνεσθαι λόγον ἐκ τῆς τῶν τοιούτων µονῆς, τοῖς δὲ µή.. Ἐκ µὲν οὖν αἰσθήσεως

τὸ µὲν οὖν συνέχον καὶ πραγµατικώτερον εἴρηται· χρὴ δ’ ἐπιµετρεῖν καὶ κατὰ τὴν τῶν προσηγοριῶν χρῆσιν, τοὺς µὲν ἀνεψιοὺς καὶ

τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώµατος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ 5.. µακαρίως

λέγουσι καὶ ταύτην οὐ µίαν τινὲς αὐτῶν, ἀλλὰ ταύτην µὲν τοῖς σώµασιν ὑποβεβλῆσθαι καὶ αὐτοὶ περὶ ἧς οἱ πρότεροι λέγουσιν, ἑτέραν µέντοι

ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν καταγείῳ οἰκήσει σπηλαιώδει, ἀναπεπταµένην πρὸς τὸ φῶς τὴν εἴσοδον ἐχούσῃ µακρὰν παρὰ πᾶν τὸ σπήλαιον, ἐν ταύτῃ ἐκ παίδων

[…] ἐπεὶ δὲ πράξεώς ἐστι µίµησις, πράττεται δὲ ὑπὸ τινῶν πραττόντων, οὓς ἀνάγκη ποιούς τινας εἶναι κατά τε τὸ ἦθος καὶ τὴν διάνοιαν (διὰ γὰρ τούτων

ἐπιστήµη], δῆλον καὶ ἐκ τῶν πρώτων φιλοσοφησάντων· διὰ γὰρ τὸ θαυµάζειν οἱ ἄνθρωποι καὶ νῦν καὶ τὸ πρῶτον ἤρξαντο φιλοσοφεῖν, ἐξ ἀρχῆς µὲν τὰ πρόχειρα τῶν

Πρῶτον μὲν πένης ἀεί ἐστι, καὶ πολλοῦ δεῖ ἁπαλός τε καὶ καλός, οἷον οἱ πολλοὶ οἴονται, ἀλλὰ σκληρὸς (203d) καὶ αὐχμηρὸς καὶ ἀνυπόδητος καὶ ἄοικος, χαμαιπετὴς ἀεὶ