• Aucun résultat trouvé

Introduction au cours – Les Milésiens I

N/A
N/A
Protected

Academic year: 2022

Partager "Introduction au cours – Les Milésiens I"

Copied!
1
0
0

Texte intégral

(1)

Université de Nantes – Département de philosophie Cours de grec par Angelo Giavatto (L&M, L2 Lettres Classiques) 1

er

semestre 2012-2013 20.9.2012

Introduction au cours – Les Milésiens I

T1 Aristote Métaphysique I 2 982

b

11-28

ὅτι δ’ οὐ ποιητική [sc. ἐπιστήµη], δῆλον καὶ ἐκ τῶν πρώτων φιλοσοφησάντων· διὰ γὰρ τὸ θαυµάζειν οἱ ἄνθρωποι καὶ νῦν καὶ τὸ πρῶτον ἤρξαντο φιλοσοφεῖν, ἐξ ἀρχῆς µὲν τὰ πρόχειρα τῶν ἀτόπων θαυµάσαντες, εἶτα κατὰ µικρὸν οὕτω προϊόντες καὶ περὶ τῶν µειζόνων διαπορήσαντες, οἷον περί τε τῶν τῆς σελήνης παθηµάτων καὶ τῶν περὶ τὸν ἥλιον καὶ ἄστρα καὶ περὶ τῆς τοῦ παντὸς γενέσεως. ὁ δ’ ἀπορῶν καὶ θαυµάζων οἴεται ἀγνοεῖν (διὸ καὶ ὁ φιλόµυθος φιλόσοφός πώς ἐστιν· ὁ γὰρ µῦθος σύγκειται ἐκ θαυµασίων)· ὥστ’ εἴπερ διὰ τὸ φεύγειν τὴν ἄγνοιαν ἐφιλοσόφησαν, φανερὸν ὅτι διὰ τὸ εἰδέναι τὸ ἐπίστασθαι ἐδίωκον καὶ οὐ χρήσεώς τινος ἕνεκεν. µαρτυρεῖ δὲ αὐτὸ τὸ συµβεβηκός· σχεδὸν γὰρ πάντων ὑπαρχόντων τῶν ἀναγκαίων καὶ πρὸς ῥᾳστώνην καὶ διαγωγὴν ἡ τοιαύτη φρόνησις ἤρξατο ζητεῖσθαι. δῆλον οὖν ὡς δι’ οὐδεµίαν αὐτὴν ζητοῦµεν χρείαν ἑτέραν, ἀλλ’ ὥσπερ ἄνθρωπος, φαµέν, ἐλεύθερος ὁ αὑτοῦ ἕνεκα καὶ µὴ ἄλλου ὤν, οὕτω καὶ αὐτὴν ὡς µόνην οὖσαν ἐλευθέραν τῶν ἐπιστηµῶν· µόνη γὰρ αὕτη αὑτῆς ἕνεκέν ἐστιν.

T2 Thalè, fr. DK 11 A 9 = Platon, Théétète 174a4-9

Ὥσπερ καὶ Θαλῆν ἀστρονοµοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾷττά τις ἐµµελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται ὡς τὰ µὲν ἐν οὐρανῷ προθυµοῖτο εἰδέναι, τὰ δ’ ἔµπροσθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν.

T3 Thalès, fr. DK 11 A 2 (extraits) = Aristote, Métaphysique I 3 983

b

6-27

τῶν δὴ πρώτων φιλοσοφησάντων οἱ πλεῖστοι τὰς ἐν ὕλης εἴδει µόνας ᾠήθησαν ἀρχὰς εἶναι πάντων· ἐξ οὗ γὰρ ἔστιν ἅπαντα τὰ ὄντα καὶ ἐξ οὗ γίγνεται πρώτου καὶ εἰς ὃ φθείρεται τελευταῖον, τῆς µὲν οὐσίας ὑποµενούσης τοῖς δὲ πάθεσι µεταβαλλούσης, τοῦτο στοιχεῖον καὶ ταύτην ἀρχήν φασιν εἶναι τῶν ὄντων, καὶ διὰ τοῦτο οὔτε γίγνεσθαι οὐθὲν οἴονται οὔτε ἀπόλλυσθαι, ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σωζοµένης … ἀεὶ γὰρ εἶναί τινα φύσιν ἢ µίαν ἢ πλείους µιᾶς ἐξ ὧν γίγνεται τἆλλα σωζοµένης ἐκείνης.

τὸ µέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ

Θαλῆς µὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ φησὶν εἶναι (διὸ καὶ τὴν γῆν

ἐφ’ ὕδατος ἀπεφήνατο εἶναι), λαβὼν ἴσως τὴν ὑπόληψιν ταύτην ἐκ τοῦ πάντων ὁρᾶν

τὴν τροφὴν ὑγρὰν οὖσαν καὶ αὐτὸ τὸ θερµὸν ἐκ τούτου γιγνόµενον καὶ τούτῳ ζῶν (τὸ

δ’ ἐξ οὗ γίγνεται, τοῦτ’ ἐστὶν ἀρχὴ πάντων) – διά τε δὴ τοῦτο τὴν ὑπόληψιν λαβὼν

ταύτην καὶ διὰ τὸ πάντων τὰ σπέρµατα τὴν φύσιν ὑγρὰν ἔχειν, τὸ δ’ ὕδωρ ἀρχὴν τῆς

φύσεως εἶναι τοῖς ὑγροῖς.

Références

Documents relatifs

τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώµατος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ 5.. µακαρίως

λέγουσι καὶ ταύτην οὐ µίαν τινὲς αὐτῶν, ἀλλὰ ταύτην µὲν τοῖς σώµασιν ὑποβεβλῆσθαι καὶ αὐτοὶ περὶ ἧς οἱ πρότεροι λέγουσιν, ἑτέραν µέντοι

ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν καταγείῳ οἰκήσει σπηλαιώδει, ἀναπεπταµένην πρὸς τὸ φῶς τὴν εἴσοδον ἐχούσῃ µακρὰν παρὰ πᾶν τὸ σπήλαιον, ἐν ταύτῃ ἐκ παίδων

ἔπειτα ὅλον ἦν ἑκάστου τοῦ ἀνθρώπου τὸ εἶδος στρογγύλον, νῶτον καὶ πλευρὰς κύκλῳ ἔχον, χεῖρας δὲ τέτταρας εἶχε, καὶ σκέλη τὰ ἴσα ταῖς χερσίν, καὶ πρόσωπα

[…] ἐπεὶ δὲ πράξεώς ἐστι µίµησις, πράττεται δὲ ὑπὸ τινῶν πραττόντων, οὓς ἀνάγκη ποιούς τινας εἶναι κατά τε τὸ ἦθος καὶ τὴν διάνοιαν (διὰ γὰρ τούτων

τὸ µέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς µὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ φησὶν εἶναι (διὸ καὶ

Πρῶτον μὲν πένης ἀεί ἐστι, καὶ πολλοῦ δεῖ ἁπαλός τε καὶ καλός, οἷον οἱ πολλοὶ οἴονται, ἀλλὰ σκληρὸς (203d) καὶ αὐχμηρὸς καὶ ἀνυπόδητος καὶ ἄοικος, χαμαιπετὴς ἀεὶ

ὄνομα λοιπόν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ ἓν τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν τοῦ τε ἄρρενος καὶ.. θήλεος, νῦν δὲ οὐκ ἔστιν ἀλλ᾽